Ancient Greek · ~4 min
10.24 to 10.27
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.24-27
Not analysed yet
ἐπεὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, πάσας τε αὐτῷ δι’ ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθεὶς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγὰς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον. μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετοντῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσ- φέρειν. τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπὼν “ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσε τῆς δεήσεως μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος. καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ θεῷ ἡμῶν.’ καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει διασαφεῖ λέγων ἑξῆς “θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ νὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίον γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσι, ὁ θεὸς, τὸ θέλημά σου ἐβουλήθην.” καὶ έπιλέγει “εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλη.”