Ancient Greek
10.29 to 10.31
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.29-31
Not analysed yet
Διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπεζης θύματα, δι’ ὦν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αύτοῦ δεδιδάγμεθα. τοῦτο δὲ αὐτὸ καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. λἐει δ’ οὖν ὦδε καὶ αὐτὸς “κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὅνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα. καὶ τίνα ταῦτα ὡς άληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς‘ ποιήσει Σαβαὼθ πάσι τοῖς ἔθνεσι. πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.