Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.28
Not analysed yet
Ἅντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἕνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὸ καταρτισθὲν αὐτου σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἅν μέγα μυστήριον ἐν κεφαλίδι βιβλίου τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον. τούτου δῆτα τοῦ θύματος τὴν τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν “ἡτοίμασας ἐνώπιόν μου τράπεξαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας b ἐν έλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον.”