Ancient Greek
10.36 to 10.37
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.36-37
Not analysed yet
Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ θυσίαν αἰνέσεως· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην τὴν καθαρὰν θυσίαν. θυσίαν. θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται. “καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει.” καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς δάσκει προφήτης, ὁ φήσας, “γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.”