Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.38
Not analysed yet
οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν ευχαριστίαν δι᾿ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλῳ καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ, αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιατιώτοις καὶ ἀπλάστῳ διαθέσει, δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἤ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσαις ἐπιτελουμένων πεπαιδεύμεθα.