Ancient Greek · ~4 min
10.8 to 10.10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.8-10
Not analysed yet
τοῦτο δὲ αὐτὸ Μώσης λευκότατά που διασαφεῖ, λέγων “ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραὴλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα.” Πρόσσχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἲρηται τὸ “ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται. σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι. πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προστάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. λέγει δ’ οὖν ἐφ’ ἑχάστῳ” προσάξει αὐτὸ ἔναντι κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου. ”