Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.9
Not analysed yet
ὡς δὲ τοῦ χρόνου προιόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ’ αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι’ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέ τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἐβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων‘‘ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.