Ancient Greek · ~2 min
10.10 to 10.11
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.10-11
Not analysed yet
Οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραὴλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσι τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος. ὃ καὶ σαφῶς ἐκήρυττε λέγων ‟οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες.’ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.