Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 11.2
Not analysed yet
Τῷ μὲν Μωσεῖ εἴρητο ‘‘οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδε θεὸν οὐχ ἁπλῶς, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· καὶ σωθείς γε οὐ τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε ἑρμηνευθὲν ὁρῶντα θεὸν τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἐώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ὢν ανωτάτω οὐσίας· οὐσίας· ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν.