Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 11.3
Not analysed yet
εἰ δὲ ἀγγέλων τινα, ἢ τῶν κατ’ οὐρανὸν θείων πνευμάτων τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς δια- κονούμενον ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον· καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει, καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ’ Ἑβραίοις στοιχείων ἐπιση- μειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασι · τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, ὡς αὖθις ἡ θεία γραφὴ λέγει ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραὰμ, οἶ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας."