Ancient Greek · ~1 min
12.8 to 12.9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 12.8-9
Not analysed yet
Καὶ ὑποκαταβὰς ἑξῆς τὸν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ ἀναστησόμενον λευκότερον ὀνομάζει λέγων ῾᾿ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.” Ἀπὸ τοῦ Μιχαία.