Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.1-3
Not analysed yet
‟Ἀκούσατε λαοὶ πάντες καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἶ ἐν αὐτῇ. καὶ ἔσται κύριος ὁ θεὸς ἡμῶν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἷ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.”