Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.11
Not analysed yet
ὅθεν ἑξῆς φησι ‟διὰ τὴν ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” καὶ ἔτι πρὸς τούτοις ἐξ οὐρανοῦ καθόδου τοῦ λόγου τὴν αἰτίαν ἑξῆς διασαφεῖ, τοῦ μὲν ἐκ περιτομῆς λαοῦ τὰς δυσσεβείας ἀπαριθμούμενος, καὶ τὸν ἐπὶ ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πάσαν τὴν οἰκουμένην ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν. διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς.