Ancient Greek · ~3 min
13.12 to 13.14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.12-14
Not analysed yet
καὶ τῶν γε λέξεων ἄκουε· ‟Δι’ ἀσέβειαν οἴκου Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια οἴκου Ἰακώρ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ιερουσαλήμ ; καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς εἰς ἑ ίαν ἀμπελῶν ὃς, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.” καὶ ἐπιλέγει ‘‘κατέβη παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἀρμάτων καὶ ἱππευόντων.” καὶ αὖθις ‟ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλὴμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. ἐμπλάτυνον τὴν χηρείαν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.” ἐπὶ Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλήμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.”