Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.2-3
Not analysed yet
Καὶ νῦν ἀκαλύπτως ἐξ οὐρανοῦ κατιὼν κύριος ὁ θεὸς, ἐκπορευόμενός τε ἐκ τοῦ τόπου αὐτοῦ, διὰ τῶν προκειμένων κηρύττεται. εἴη δ’ ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γεννητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπεδείξαμεν. τόπον δ’ αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν ‟ὁ θρόνος σου” φάσκων ‟ὁ θεὸς τὸν αἰῶνα τοῦ αἰῶνος·” ἐφ’ ὃν αὐτῷ ὁ πατὴρ, ἂν υἱῷ μονογενεῖ, καθέζεσθαι παρεκελεύσατο εἰπὼν ‟κάθου ἐκ δεξιῶν μου.”