Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.23
Not analysed yet
αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προπεφητευμένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσι πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὕτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς ἡγούμενος ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰρμηθεὶς οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως τὰς ἐξόδους αὐτοῦ τῆς ἐνθέου προϋπάρξεως ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.