Ancient Greek · ~2 min
13.24 to 13.26
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.24-26
Not analysed yet
τούτοις ἐξῆς ὁ προφητικὸς λόγος ὑποβὰς μικρὸν καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοὐ λαοῦ λέγων ‟ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αύτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;” Ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος ‟εἰ ἀνηγγέλη σοὶ, ἄνθρωπε, καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἷναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;” Ἀπὸ Ἀμβακούμ.