Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.3
Not analysed yet
πάνσοφόν τινα καὶ παναρμόνιον κίνη- σιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ’ οὔτι γε βλάβην ἐκ τινος ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος,οὕτω δὴ τὰ κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πά- λᾶι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὲ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ελ- λησι, δι’ ὑπερβάλλουσαν τοῦ παναγάθου πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύτ- τῶν ‟οὐ χρείαν ἔχουσίν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν;”