Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.4
Not analysed yet
ἐκάλει δῆτα ὁ πάντων σωτὴρ ‟δεῦτε (λέγων) πρός με πάντες οἶ καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι’ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἶά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον θεραπεύων, αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ’ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσι καὶ τοῖς πρὸ Μώσεως Ἑβραίοις νενομοθετημένα·