Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.5-3
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ἥ τε παρ’ αὐτοῖς τὸ πρὶν συνεστῶσα βασιλεία, ἱερωσύνη τε καὶ διδασκάλων προεδρία, ὄρη νῦν τροπικῶς ὀνομαζόμενα, σαλευθήσεσθαι λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχε τίς οὐκ ἂν ὁμολογήσειε μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους, πάντ’ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα, ἀλλὰ καὶ ἐκποδὼν γεγενημένα; κοιλάδες δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιῶν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαὶ, ἀποθρηνοῦσαιν καὶ ἀποκλαιόμεναι καὶ ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολὴν, βολὴν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρὰς καὶ πολυετοῦς δουλείας ἕνεκεν.