Ancient Greek · ~3 min
13.6 to 13.8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.6-3-8
Not analysed yet
καὶ ἄλλως δὲ κατὰ διάνοιαν ἡ τοῦ λόγου τοῦ θείου ἐπίβασις, οὐκ ἐν χάσμασι καὶ κοιλώμασιν, οὐδ’ ἐν ταπειναῖς καὶ χαμαιπετέσι διανοίαις, ἀλλ’ ἐν ἐπηρμέναις τὸ φρόνημα κατεγίνετο. ταύτῃ γοῦν τροπικώτερον αὐτὸς ὁ κύριος καταβήσεσθαι ἐπὶ τὰ ὕψη τῆς γῆς εἴρητο. ὄρη δὲ σειόμενα ὑποκάτωθεν αὐτοῦ αὐτὰ δὴ ἐκεῖνα ἦν ἔνθα ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου ‘ὅτε καὶ παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ ἦν μετὰ τῶν θηρίων.” ὄρη δ’ ἂν εἴη αὖθις τροπικώτερον ἡ ἐν τοῖς ὄρεσι τὸ πρὶν ἐπιτελουμένη εἰδωλολατρία, καὶ αἱ ἐν τούτοις ἐνεργήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέ τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ ἔνθεος αὐτοῦ λόγος, ἥ τε θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς, λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν καθῄρει.