Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.7-2
Not analysed yet
ἀλλ’ ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσι τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρραβωνιξόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι ἐν θεῷ ἱκανῷ, ἀλλ’ ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας, καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτοὺς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν.”