Ancient Greek
14.1 to 14.2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14.1-2-2
Not analysed yet
”Εἶπε δὲ κύριος πρὸς Μωσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσι.” καὶ ἑξῆς ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδὸν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς, τοῦ φαίνειν αὐτοῖς.” καὶ “κατέβη κύριος ἐν στύλῳ νεφέλης.” καὶ ‘‘ἡνίκα δ’ ἂν εἰσῆλθεν Μώσης εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ, καὶ ἐώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς. καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν, ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. αὐτοῦ.”