Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 13.9
Not analysed yet
ὡσαύτως δὲ καὶ κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ’ ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ὑφ’ οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἶοί τε ὄντ’ ἐς τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες ‟ἔα, τί καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.”