Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14.3-2
Not analysed yet
καὶ χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει “τὸ πρὸς ἑσπέραν ἔσται φῶς. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκεν ‟ἐὰν ἐὰν δὲ μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ.” τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι’ ὧν φησι ‟μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κο- μίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐ- δοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ’