Ancient Greek · ~3 min
14.1 to 14.2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14.1-3-2
Not analysed yet
Καὶ ἀπεκρίθη κύριος πρός μέ, καὶ εἷπε, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτὰ, διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.” Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ’ ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ ‟εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν ; τοῦτον δὲ οἶα φῶς τυγχάνοντα εἰς πέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῶ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ.”