Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14.5
Not analysed yet
ἡ μὲν γὰρ τῆς προφητείας λέ- ξις ’o ἐρχόμενος’ φησὶν ἥξει καὶ οὐ χρονίσει.’ καὶ ἐπιφέρει “ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν aὐτόͅ,” ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτο- πον. πῶς γὰρ ἐπ’ ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ’ ἡ τῆς διαστολῆς παράθεσις ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν τὴν διάνοιαν ἐσώσατο.