Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14.6
Not analysed yet
μετὰ γὰρ τὸ ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” ἐξῆς συνῆψε τὸ “o δὲ δίκαιος ἐκ πίστεως ζήσεται.” εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ "καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφη- τείας ὅτι δὴ τὸ φῶς τὸ πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελ- μένον διὰ τῆς Χριστοῦ παρουσίας ’ὀψέ ποτε καὶ ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται·”