Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14.7
Not analysed yet
(οὕτω γὰρ ἀντὶ τοῦ ’“καὶ οὐκ εἰς κενόν” ὁ Ἀκύλας ἡρμή- νευσεν·) ἔπειτα διὰ τὸ μέλλειν ὀψὲ καὶ ἐσπέρας ἔσε- σθαι τὴν τοῦ προφητευομένου παρουσίαν εἰς ὑπομο- νὴν παρακαλέσας διὰ τοῦ “ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ἢ ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ὁ ἐρχό- ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ,” ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ λέγων, ὁ δὴ τού- τοῖς πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὑτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωὴν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἶς ἂν ὑποστείληται μὴ θαρσήσας, μηδὲ δὲ ἐμπιστεύσας τοῖς εἰρημένοις, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.