Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.1-2
Not analysed yet
‟Εἶπε κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου μου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σαυτῷ καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ.” καὶ ἐν ἑτέρῳ τόπῳ ‟εἶπε πρὸς Μωσῆν, βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου.” καὶ πάλιν ‟καὶ εἶπε πρὸς Μωσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός.”