Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.2-2
Not analysed yet
καὶ ἑξῆς “καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου.” αὗται ὅτι μὴ ἀγγέλου, μόνου δὲ θεοῦ γένοιντο ἂν φωναὶ, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος. Ἀπὸ τῆς Δεκαλόγου.