Ancient Greek · ~4 min
15.19 to 15.22
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.19-22
Not analysed yet
ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ’ ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ’ αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἶόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν. ‟διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δ’ αὐτὸ πνεῦμα,” οὗ μάλιστα μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους. ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους Χριστοὺς ὀνομάξεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα. Δαβὶδ ἐν ρδ΄ Ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μώσεως χρόνων γενομένους Χριστοὺς ἀποκαλεῖ, οὐ δι’ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος, οὑ μετεῖχον, ἐπιρροήν.