Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.23
Not analysed yet
ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ Χριστοὺς ὀνομάζει, οὔπω τότε Μώσεως ἐν ἀνθρώποις ὂντος, οὐδὲ τοῦ κατ αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε ’δε οἷά φησιν ὁ Ψαλμός ‟μηήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἶ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.