Ancient Greek · ~2 min
15.25 to 15.27
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.25-27
Not analysed yet
Ταῦτα μὲν ὁ Δαβίδ· ὁ δὲ Μώσης καὶ οἵους βασιλεῖς ἤλεγξεν ἱστορεῖ λέγων ‟καὶ καὶ ἤτασε κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ.” καὶ πάλιν περὶ τοῦ βασιλέως Γεραρῶν γράφει ‟καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμἐλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες αὕτη δὲ ἦν τοῦ Ἀβραάμ.” περὶ οὗ ἑξῆς προιών φησι ‟νὐν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν, καὶ προσεύξεται περὶ σοῦ.”