Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.28
Not analysed yet
Ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας Χριστοὺς ὁ Δαβὶδ, μᾶλλον δὲ τὸ θεῖον δι’ αὐτοῦ προσεῖπε πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. πῶς γὰρ, Μώσεως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; ἄκουε δὲ καὶ Ἠσαίου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος,, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε κηρῦξαι τοῖς τὰς ψυχὰς αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.