Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.4
Not analysed yet
οὐ γὰρ παροξυτόνως τῶν ζώων ἀπὸ οὐδετέρου ἔρου τοῦ ζώου λέγεται, ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς αἱ ζωαί. δύο οὑν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀιδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθὼν ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται κατὰ τὴν τῶν ὁ ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ “ἐν τῷ ἐγγίξειν τὰ ἔτη ζώωσον αὐτό” εἴρηται.