Ancient Greek
15.5 to 15.6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.5-6
Not analysed yet
τί δὲ αὐτὸ ἢ τὸ κάτεργόν σου φησί; καὶ ὁ Θεοδοτίων δέ φησιν “ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν,” καὶ ὁ Σύμμαχος ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν” ἐκδέδωκε. πάντες οὖν ‘‘ζώωσον αὐτόν εἰπόντες σαφῶς ὅτι μὴ περὶ οἶον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν. διὸ παρὰ τοῖς ὁ λεγομένου μένου τοῦ “ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ” οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.