Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.40
Not analysed yet
λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους ‟ἐν ᾧ περσσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἒχωμεν.” καὶ πάλιν ‟οἶ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν, ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.”