Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.39
Not analysed yet
(λέγει δ’ οὖν ‟καὶ καὶ Μελχισεδὲκ Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου εὐλόγησε τὸν Ἀβραάμ. χωρὶς δὲ πάσης ἀντιλογίας (φησὶν ἀπόστολος) τὸ ἒλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται·) ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδὲκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγεννήτου δυνάμεως σύνθρονος, τοῦ τε προφή- του καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς, ἀλλ’ αἰώνιος τοῦ πατρός.