Ancient Greek · ~2 min
15.46 to 15.47
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.46-47
Not analysed yet
ἆρα οὖν ὡς τὰ ἄλλα, οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτὸν, καί τινα σκιώδη καὶ εἰκονικὸν, ἀλλ’ οὐκ ἀληθῆ Χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ’ οὐρανὸν Χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον ἀπεργαζόμενος, ἀλλ’ ὅτι μὲν ὁ κυρίως Χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γεννητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι.