Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.48
Not analysed yet
πλὴν ἀλλ’ ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδ΄ Ψαλμῷ, προγραφῇ χρησάμενος τῇ ‘‘ὑπὲρ τοῦ ἀγαπητοῦ καὶ τῶν ἀλλοιωθησομένων, ὁμοῦ θεὸν καὶ βασιλέα καὶ Χριστὸν ἔνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει γράφων οὕτως “ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.”