Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.54
Not analysed yet
ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ’ ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ ‟ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν περὶ τῆς τοὐ πρώτου λόγου συστάσεως τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ’ ἄλλως καρδίαν κατὰ τὴν παρ’ ἡμῖν νοουμένην καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν Ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν, ὡς ἂν τοὐ παναγάθου πατρὸς ὄντα γέννημα.