Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.53
Not analysed yet
κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μετάλαμβάνειν, ὥσπερ γε ἀπὸ γαστρὸς τοῦ θεοῦ καὶ πρὸ ἑωσφόρου ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρή. καὶ ἐν τῷ ‟ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος, ἐφ’ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ’ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα ‘τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;’ · κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἶ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν.