Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.56
Not analysed yet
τὸν δὴ οὖν κἀνταῦθα ὑπ’ αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἂλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοὐ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου· διὸ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ. τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρὸν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι δήλη ἔσται.