Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.57
Not analysed yet
φησὶ τοίνυν ὁ Ψαλμὸς αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”