Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.59
Not analysed yet
ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέ σε θεὲ ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου. ἀντὶ γοῦν τοῦ ‟ὁ θεὸς ὁ θεός σου” αὐτὴ ἡ Ἑβραικὴ λέξις ‟θεὲ, ὁ θεός σου” περιέχει, ἵνα ᾖ τὸ ὅλον ‟ἠγάπησας, ὦ θεὲ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέ σε, ὦ θεὲ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν, καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου.