Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.58
Not analysed yet
σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς. σὺ γὰρ, φησὶν, ὁ θεός ἀντὶ τοῦ ὦ θεέ· ‟ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὑπάρχει, καὶ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου, καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο” λευκότερον δ’ ἑ τούτ’ ὢν ἡ Ἐβραίων παρίστησι γραφὴ, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών ‟ὁ θρόνος σου, θεὲ, εἰς αἰῶνα καὶ ἔτι σκῆπτρον εὐθύτητος, σκῆπτρον βάσι λείας σου.