Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.7
Not analysed yet
τούτοις ὁ προφήτης ἐπιλέγει “ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ,” διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.