Ancient Greek · ~2 min
16.1 to 16.2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.1-3-2
Not analysed yet
“Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.” Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἐαυτὸν ἀπεστάλθαι φησὶ, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων ‘καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.” οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾳ χρωμένους προσηγορίᾳ, ’τον τε ἀπο- στείλαντα κύριον παντοκράτορα καὶ τὸν ἀποστελλόμενον ὁμώνυμον τῷ ἀποστείλαντι.