Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.3-3
Not analysed yet
τίνα δ’ ἂν ἕτερον ρον εἴποις τὸν ἀποστελλόμενον ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον θεὸν λόγον, πρὸς τοῦ πατρὸς ἀπεστάλθαι ὁμολογοῦντα, σαφῶς δὲ εἰρηκότα “ὀπίσω δόξης ἀπέσταλκέ με;” δηλῶν ὅτι προὐπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοὺ θεοῦ λόγος ταῦθ’ ὑφ’ ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὑτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη σκυλεύσαντα αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ.